TLG 1444 001 :: ILIAS PARVA :: Ilias parva (fragmenta) ILIAS PARVA Epic., fort. auctore Cinaethone Lacedaemonio vel Lesche Mytilenensi
(vel Pyrrhaeo) vel Thestoride Phocaeo vel Diodoro Erythraeo Ilias parva (fragmenta)
Citation: Fragment — (line) | ||
t | ΜΙΚΡΑ ΙΛΙΑΣ | |
1 | Μοῦσά μοι ἔννεπε ἔργα, τὰ μήτ’ ἐγένοντο πάροιθε μήτ’ ἔσται μετόπισθεν. | |
2 | Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος ἥρω Πηλεΐδην, οὐδ’ ἤθελε δῖος Ὀδυσσεύς. | |
2 | * πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες; 〈καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη, | |
---|---|---|
5 | ἀλλ’ οὐκ ἂν μαχέσαιτο.〉 | 76 |
5 | ἀμφὶ δὲ πόρκης | |
χρύσεος ἀστράπτει καὶ ἐπ’ αὐτῶι δίκροος αἰχμή. | 77 | |
9 | νὺξ μὲν ἔην μεσάτη, λαμπρὴ δ’ ἐπέτελλε σελήνη. | 78 |
21 | αὐτὰρ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱὸς | |
Ἑκτορέην ἄλοχον κάταγεν κοΐλας ἐπὶ νῆας. παῖδα δ’ ἑλὼν ἐκ κόλπου ἐυπλοκάμοιο τιθήνης ῥῖψε ποδὸς τεταγὼν ἀπὸ πύργου, τὸν δὲ πεσόντα | 80 | |
5 | ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. {ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην, ἠύζωνον παράκοιτιν Ἕκτορος, ἥν τε οἱ αὐτῶι ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί, αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο | |
10 | Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν | |
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.} | 81 | |
23 | ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῶι ἐνὶ χώρωι. | |
24 | Πηλεΐδην δ’ Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα, | |
ἔνθ’ ὅ γ’ ἐς ἀργαλέον λιμέν’ ἵκετο νυκτὸς ἐκείνης. | 82 | |
26 | ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δὲ σέ γ’ οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν· ἀλλ’ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε νωλεμέως κρατερῆισι, σάωσε δὲ πάντας Ἀχαιούς, | |
5 | τόφρα δ’ ἔχ’ ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. | |
27 | φήμη δ’ εἰς στρατὸν ἦλθε | 83 |
28 | Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐύπωλον, ἧς πέρι πόλλ’ ἔπαθον Δαναοί, θεράποντες Ἄρηος. | |
29 | ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα | |
χρυσείην, φύλλοισιν ἀγαυοῖσιν κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ’, ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. | 84 | |
32 | [ ].ε̣σ̣ο[.]π..[.]ν κατ̣[.].[.]..[] [ἐς μακάρων ν]ή̣σ̣ους τ̣.[.].ι̣νπομ̣[.] Ὠ̣κεαν[] [ πέ]μψωσ[ι]ν, ὅ̣θι ξα̣ν̣θὸς ‘Ραδάμ[ανθυς.‘] [ὣς ἄρα φωνήσ]ας ἀπ̣έ̣βη πρὸς μ̣ακρὸν Ὄλυμπο̣[ν.] | |
5 | [ συν]άϊξ̣αν ἐυκν̣ή̣μ̣ιδες Ἀχαι[οί.] [ὡς δ’ εἴδοντ’ Ἀχιλῆ]α νέκυν αἴρον[τ]α̣ς Ἀχ̣αιού̣ς, [ ]ί̣ης κεκορυθμένοι, οἳ δ’ ἅ〈μα〉 πάντ̣ε̣[ς] [ ]ἀ̣μφὶ νέκυ[ν̣] κατατεθν〈ε〉ιῶτα μ[άχεσθαι.] [δὴ τότε Λαρτ]ι̣άδης προσέφη Τελαμώνιον υ̣[ἱόν·] | 85 |
10 | [‘Αἶαν διογενές,] Τ̣ελαμώνιε, κοίρανε λαῶν, [ ἅ]μα καὶ νώτοισι̣ νέκυν οἴσωμ̣[εν,] [ ]ουσι κατὰ φρέ̣να ν[.]ν̣δ[.]ρ..[] [ἕως ἐγὼ ν]ώ̣τ̣οι̣σ̣ι φέρω, σὺ δὲ ν̣.[ ]ε̣[.]ε̣τ̣[‘] [ μετὰ] Τ̣ρῶας κα〈ὶ〉 Ἀχ̣α̣[ι]οὺς ο..[] | |
15 | [ Ἀχι]λῆα, νέκυν ε̣[.].θ..κ̣[] [ ]..υ χθόν’ ἀ̣π’ ο[ὐ]ρ̣[α]νόθ̣[εν] [ ].ψεν ἐπὶ χθό̣ν̣α̣ π̣[ουλυβότειραν.] [ κα]θύπερθεν εη.[ ]...[] [ ]κατ’ ἄσθματι̣.αρ̣.[] | |
20 | [ ]ε̣.ν δεῦ̣ε̣ν χθόν̣α.[] | |
[ Ὀδ]υσ〈σ〉εὺς βά̣σ̣ταζ̣[ε] ν̣έ̣[κυν] | 86 |